Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
10 τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.
11 τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον
11 κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.
12 ἤν δίζῃ Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι
12 ἤ τι περὶ ψυχῆς ἤ πάλι πῶς ἔσεαι,
12 δίζεσθαι φυλῆς Πτολεμαίδος υἱέα πατρὸς
12 Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.
13 σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων
13 Θῆρις Ἀρισταίου Κρής ἐπʼ ἐμοὶ δολιχός.
14 Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν
14 καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή.
14 καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
14 τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.
15 ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
15 τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
15 ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
15 ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
15 οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν
15 βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.
16 δαίμονα τίς δʼ εὖ οἶδε τὸν αὔριον; ἁνίκα καὶ σέ
16 Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις
16 τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου
16 εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.
17 Τιμονόη. τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
17 εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
17 στήλῃ καὶ Μήθυμνα, τεὴ πὸηις. ἦ μέγα φημὶ
17 χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
18 Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν
18 δίζηνται Σαμίων πολλάκι θυγατέρες,
18 ἡδίστην συνέριθον ἀεὶ λάλον· ἡ δʼ ἀποβρίξει

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme