Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
18 ἐνθάδε τὸν πάδαις ὕπνον ὀφειλόμενον.
19 ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
19 παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
19 νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
19 οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.
20 Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ
20 ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
20 ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ
20 νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
20 κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσῃ
20 συμμίσγειν ἐρίφων, ναυτίλε, δυομἐνων.
21 Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Θίλιππος
21 ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.
22 Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ
22 δυομένου Βασιλὼ κάτθανε παρθενικὴ
22 αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
22 οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν
22 πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
22 πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.
23 ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με
23 ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.
23 εἰδείης δʼ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων
23 ἦρξεν, ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης·
23 οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας
23 μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.
24 Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη
24 ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης.
24 οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν
24 ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.
25 εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme