25
ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
25
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλά Πλάτωνος
25
ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
26
ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω
26
ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ
26
λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ δʼ Ἐπειῷ
26
θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.
27
ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτʼ ἐκείνης
27
ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
27
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι
27
ὅρκους μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
27
νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνης
27
νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδʼ ἀριθμός.
28
εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινὸν
28
ῥέζων οὔτʼ ἀδικῶν οὐδένα. γαῖα φίλη,
28
Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη
28
γίνεο μήτʼ ἄλλοι δαίμονες οἴ μʼ ἔχετε.
29
Ἡσιόδου τό τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδὸν
29
ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον
29
τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάζατο· χαίρετε λεπταὶ
29
ῥήσιες, Ἀρήτου σύντονος ἀγρυπνίη.
30
ἐχθαίρω τό ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ
30
χαίρω τίς πολλοὺς ὧδε φέρει,
30
μισῶ καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
30
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
30
Λυσανίη, σὺ δὲ ναιχὶ καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖν
30
τοῦτο σαφῶς Ἠχώ, φησί τις ἄλλος ἔχει.
31
ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐδʼ Ἀχελῷος
31
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
31
καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός, εἰ δέ τις οὐχὶ