31
φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
32
Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺν
32
ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;
32
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
32
οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;
32
ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼν
32
τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.
33
Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν
33
διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος
33
στείβῃ καὶ νιφετῷ κεχρημένος, κεχαρημένος Bentley. ἢν δέ τις εἴπῃ
33
τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.
33
χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν
33
οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέτεται.
34
Οἶδʼ ὅτι μοι πλούτου κενεαὶ κενεαὶ χέρες, ἀλλά, Μένιππε,
34
μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί.
34
ἀλγέω τήν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων·
34
ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.
35
Ἄρτεμι, τὶν τόδʼ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·
35
ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.
36
τίν με, λεοντάγχʼ ὦνα συοκτόνε, φήγινον ὄζον
36
θῆκε τίς; Ἀρχῖνος. ποῖος; ὁ Κρής.
36
δέχομαι.
37
Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μέν ἀοιδὴν
37
εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.
38
ὁ Λύκτιος Μενίτας
38
τὰ τόξα ταῦτʼ ἐπειπὼν
38
ἔθηκε τῆ, κέρας τοι
38
δίδωμι καὶ φαρέτρην,
38
Σάραπι· τοὺς δʼ ὀιστοὺς
38
ἔχουσιν Ἑσπερῖται.