Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
44 πνεῦμα διὰ στηθέων εἶδες; ἀνηγάγετο,
44 τὸ τρίτον ἡνίκʼ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα
44 τὠνδρὸς ἀπὸ στεφάνων ἀπὸ στεφάνων Athen. xv. 669 who quotes τὰ δὲ ῥόδα . . . χαμαί; ἀπὸ στομάτων A. P. πάντʼ ἐγένοντο χαμαί·
44 ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ
44 εἰκάζω, φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
45 ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ
45 ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ·
45 οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
45 τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
45 τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
45 οὗτος ὁ σιγέρπης ὁ σιγέρπης Bentley; ὁσειγαρνης. εἰς τὸν ἔρωτα βάλῃ.
46 Ληφθήσει, περίφευγε, Μενέκρατες εἶπα Πανήμου
46 εἰκάδι, καὶ Λώιου τῇ τίνι ; τῇ δεκάτῃ
46 ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ ἐμὸς Ἑρμῆς,
46 εὖ γʼ ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.
47 ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδὰν
47 τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
47 αἱ Μοῦσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·
47 ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
47 τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ
47 τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
47 ἔσθʼ ἁμῖν χἄκαστά σʼ χἄκαστά σʼ Editor: χἀκαστὰς ἀφειδέα ποττὸν Ἔρωτα·
47 τουτί, παῖ, τοῦτ εἶπαι Kaibel. κείρευ τὰ πτερὰ παιδάριον,
47 οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ
47 οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
48 τὴν ἁλίην Εὔδημος, ἑφʼ ἧς ὑφ’ ἧς Bentley; ἀφ’ ἧς Blomfield. ἅλα λιτὸν ἐπέσθων
48 χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
48 θῆκε θεοῖς Σαμόθρᾳξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
48 ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
49 Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme