Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
49 ταῖς Μούσαις· αἱ δὲ Γλαῦκος ὅκως ἔδοσαν
49 ἀντʼ ὀλίγου μέγα δῶρον. ἐγὼ δʼ ἀνὰ τῇδε τήνδε; corr. Bergk. κεχηνὼς
49 κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικὸς
49 παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν
49 ἱερὸς ὁ πλόκαμος τοὐμὸν ὄνειαρ ἐμοί.
50 τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως
50 ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου
50 Πάμφιλον, οὐχ ἕνʼ οὐκ ἐν; corr. Editor. ἔρωτι δεδαγμένον, ἥμισυ δʼ ὀπτῇ
50 ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.
51 τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς
51 Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει
51 καὶ φθιμένην ἀνέθηκεν ἐπεσσομένοισιν ὁρᾶσθαι,
51 ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χἀριτας.
52 τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις
52 ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ.
52 εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
52 ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
53 τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
53 τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·
53 ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ,
53 καὶ σύ ποτʼ ἠράσθης—οὐκέτι μακρὰ λέγω.
54 καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης
54 εὔλοχος ὠδίνων ὧδε οὺν εὐτοκίῃ,
54 ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδὸς
54 ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.
55 τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς
55 Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος,
55 γινώσκειν· ἢν δʼ ἆρα λάθῃ, πάλι καί μιν ἀπαιτῇς,
55 φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.
56 τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme