Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus
1 ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
1 τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον Ὑρράδιον Schneider; Ὑρραδίου.
1 ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ
1 νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ,
1 ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι
1 βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
1 εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
1 ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
1 οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
1 ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
1 κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὡ μὲν ἐπέστη
1 πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.
1 ταῦτʼ ἀίων ὁ ξεῖνος· ἐφείσατο μείζονος οἴκου
1 δράξασθαι, παίδων κληδόνα κληδόνι Diog. συνθέμενος,
1 τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.
1 οὕτω καὶ σύ γʼ ἰὼν γ’ ἰὼν A.P.; Δίων Diog. τὴν κατὰ σαυτὸν ἔλα.
2 εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
2 ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
2 ἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που,
2 ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
2 αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
2 ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
3 [Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι
3 καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·]
3 Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε
3 οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.
4 μὴ χαίρειν εἵπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε·
4 ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν. γελᾶν MSS.; πελᾶν Jacobs.
5 Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος
5 ἐχθρόν;
1 / 11 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme