Thesauros Literature hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίζειν κομίζειν A; κομίσσαι other MSS.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πρεσβυτάτῃ Νυμφέων αἵ μιν τότε μαιώσαντο,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πρωτίστῃ γενεῇ πρωτίστη γενεὴ Schneider. μετά γε Στύγα τε Φιλύρην τε.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτὸ
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Καυκώνων πτολίεθρον, ὃ Λέπρειον Λέπριον MSS.; corr. Wass. πεφάτισται,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 υἱωνοὶ γυιωνοὶ MSS. πίνουσι Λυκαονίης ἄρκτοιο.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 τουτάκι τοι πέσε, δαῖμον, ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Δικταῖαι Μελίαι, σὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 λίκνῳ λείκνῳ MSS. ἐνὶ χρυσέῳ, δὺ δʼ ἐθήσαο πίονα μαζὸν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 αἰγὸς Ἀμαλθείης, ἐπὶ σὲ γλυκὺ κηρίον ἔβρως.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 τεύχεα πεπηήγοντες, v.l. πεπληγότες. ἵνα Κρόνος οὔασιν ἠχὴν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες, οὐράνιε Ζεῦ,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme