Thesauros Literature hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτό
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ),
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 τουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Δικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστεια
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 λίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc4 οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme