Thesauros Literature hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Πηλαγόνων πηλαγόνων E.M.; πηλογόνων. The reading of the MSS. Πηλογόνων (πηλογόνων· τῶν γιγάντων παρὰ τὸ ἐκ πηλοῦ γενέσθαι, τουτέστι τῆς schol.) was corrected by Salmasius and others from E.M. s.v. Πηλαγόνες· οἱ γίγαντες, Καλλίμαχος “Πηλαγόνων ἐλατῆρα.” Cf. Hesych. s.v., Strabo vii. 331, fr. 40. ἐλατῆρα, δικασπόλον οὐρανίδῃσι;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ζεῦ, σὲ δʼ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἐν δέ σε Παρρασίῃ Παρρασίῃ Lascaris; Παρνασίῃ. Ῥείη τέκεν, ἧχι μάλιστα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιο
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 λύματα χυτλώσαιτο, τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πολλὰ δὲ Καρνίωνος Καρνίωνος Arnaldus, cf. Paus. viii. 34, Plin. iv. 6; Καρίωνος MSS. ἄνω διεροῦ περ ἐόντος
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνὴρ
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν πολύστιον schol. Apoll. Rh. ii. 1172; πολύστειον MSS. and schol. Pind. O. vi. 146; cf. Nicand. T. 792, 950, A. 466. τε Μετώπην
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη·
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.
urn:cts:greekLit:tlg0533.tlg015.perseus-grc3 εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν
1 / 4 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme