Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 χρύσεα τὠπόλλωνι τό τʼ. ἐνδυτὸν ἥ τʼ ἐπιπορπὶς
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 καὶ μὲν καὶ μὲν e; other MSS. καί κεν. ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Θοίβου
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 θηλείῃσʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ᾧ κεν ἐκεῖναι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 (Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 δεύοιντο βρεφέων ἐπιμηλάδες μενεμηλάδες v.l. in schol.; ἐνιμηλάδες Schneider, cf. Hesych. ἐμμηλάδας αἶγας. ᾗδιν Ἀπόλλων
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme