Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι;
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 χρύσεα τὠπόλλωνι τό τʼ ἐνδυτὸν ἥ τʼ ἐπιπορπίς
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 θηλείηισʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 (Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme