Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Κυνθιάδων φορέεσκεν, ὃ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὧδʼ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4 Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme