Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκάς, ἑκὰς ὅστις ἀλιτρός.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῇ.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc3 οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,
1 / 4 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme