εἰς Απόλλωνα
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῆι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο·
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο.
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει,
urn:cts:greekLit:tlg0533.tlg016.perseus-grc4
τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται.