Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημός
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme