Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τρεῖς δὲ παρουαίους παρουαίους Schneider after M. Haupt who conjectured παρωαίους, cf. Hesych. s.vv. παρωάς and πάρωος, Arist. H.A. ix. 45, etc.; παρουατίους. ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 εἷλκον εἷλκον e, cf. Nonn. 25. 188; εἶλον A. ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαὶ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 εὗρες ἐτί προμολῇσʼ ὄρεος τοῦ Παρρασίοιο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἑπʼ ὄχθῃς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Ἡρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὕστερον ὕστερον schol. Apoll. Rh. i. 996; ὕστατον. ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἐν δʼ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δʼ ἐνέηκας ἀυτμὴν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ποσσάκι δʼ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme