Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὡς ἐμὲ κικλήσκωσιν. κικλήσκωσιν F and Voss. 59; -ουσιν AE. ἔα πρόκας ἠδὲ λαγωοὺς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὔρεα βόσκεσθαι· τί δέ κεν τί κεν. πρόκες ἠδὲ λαγωοὶ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τῇ ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὠκύθοον ὠκύθοον e, cf. Hesych. s.v.; ὠκύθεον. τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδονσιν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σʼ ἐφʼ ἕδρην
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἡνίκα δʼ αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσονσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίῳ ἀροτῆρι·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme