Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρην
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc4 εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme