Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἰοδόκους ἐφόρησαν· ἀσίλλωτοι δέ φιν ὦμοι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ᾔνησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεὺς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔπλεον ἀμφʼ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὔρεα πλαζομένας Ἀζήνια, ἀξείνια MSS.; corr. Spanheim. τὸν δʼ ἐνὶ Λούσοις
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἡμέρῃ, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme