Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἄρχμενοι, ἄρχμενοι Blomfield, cf. fr. 9 b and now Aitia iii. 1. 56, Herodian i. p. 471, ii. p. 190 and p. 252 Lentz; ἀρχόμενοι or ἀρχόμενος MSS. ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δὸς δʼ ἰοὺς καὶ τόξα—ἔα, πάτερ, οὔ σε Φαρέτρην
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 αἵ τέ μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μοῦνον ὅτʼ ἐξείῃσιν ὑπʼ ὠδίνεσσι γυναῖκες
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τειρόμεναι καλέουσι βοηθόον, ᾗσί με Μοῖραι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανὐσσατο χεῖρας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 φῆ δὲ καταρρέζων ὅτε μοι τοιαῦτα θέαιναι
urn:cts:greekLit:tlg0533.tlg017.perseus-grc3 τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme