Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Δωδώνηθι marg. Taur.; Δωδώνηθε. Πελασγοὶ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τηλόθεν ἐκβαίνοντα εἰσβαίνοντα Meineke. πολὺ πρώτιστα δέχονται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρὸς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότʼ ἄριστοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 παρθενικαῖς, παρθενικαῖς marg. e; παρθενικαί. παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme