Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πρὶν μέγαν ἢ μέγαν ἢ (ἦ) MSS.; μεγάλη Wilamowitz. σέο βωμὸν ὑπὸ πληγῇσιν ἑλίξαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἱστίη ὦ νήσων εὐέστιε, χαῖρε μὲν αὐτή,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσατο ἣν ἐλοχεύσατο MSS.; ἣ ἐλ. Stephanus; ἥ σφ’ ἐλ. Meineke; ἣ ᾽νελ. Schneider; ἣν ἐλοχεύσαο Wilamow. Λητώ.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme