Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας δὲ πάσας MSS.; δ’ ἐλάσσας Meineke; δ’ ἐπάρας Schneider.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πρυμνόθεν ἐρρίζωσε· δὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν σοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πολλάκι σε πολλάκι σ’ ἐκ marg. Taur., corr. Meineke; πολλάκις ἐκ. Τροιζῆνος ἀπὸ ξανθοῖο πολίχνης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οἱ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξὺν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστὸν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχι σε νύμφαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 γείτονες Ἀγκαίου Μυκαλησσίδες Μυκαλησσίδες Blomf., cf. Steph. Byz. s.v.; Μυκαλησίδες. ἐξείνισσαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἡ μὲν ἁπάσαις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme