Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme