Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἣ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔνθʼ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δʼ ἐφέποντο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἰσμηνοῦ χέρα πατρός, ὃ δʼ εἵπετο πολλὸν ὄπισθεν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἣ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Θ̔ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme