Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἂψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἥρη, σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme