Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δούρατος· ἡ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐσχατιαὶ Πίνδοιο, φόβῳ δʼ ὠρχήσατο πᾶσα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβρεμεν ἔβρεμεν e; ἔβραμεν A; ἔβραχεν other MSS. ἦχος.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 θερμάστραι θερμάστραι Hesychius; θερμαύστραι. τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο σῴζεο χαίρων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme