Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme