Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 φρούρια καὶ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme