Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας φάλαγγες MSS.; corr. Bentley.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 . φλεξας ἐπεὶ περικαίεο πυρί, The better MSS. leave a vacant space for line 200 and of line 201 have only φλέξας ἐπεὶ περικαίεο πυρί (κῆρι emend. Bentley). Only the late and inferior MSS. (Schneider's LMNO) supply ἔστης δ’ ἐν μέσσῃσι κατοικτείρασα δὲ Λητὼ | φῦκος ἅπαν κατέφλεξας, or similar words; a very bad attempt to fill the lacuna. Some verb of speaking seems necessary.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔννεπες· ἡ δʼ ἀρητὸν ἀρητὸν Dilthey; ἄρητον. ἄλης ἀπεπαύσατο λυγρῆς,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme