Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δεσπότις. ἡ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme