Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 δεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc4 ʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme