Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Ἀστερίῃ δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 τόσσα δέοι δέ οἱ MSS.; δέω Reiske. μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντον.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἡ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ὄγδοον οὐκέτʼ ἄεισαν, ὁ δʼ ἔκθορεν, αἱ δʼ ἐπὶ μακρὸν
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθὴρ
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 αὐτὴ αὕτη Reiske. ἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
urn:cts:greekLit:tlg0533.tlg018.perseus-grc3 οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ,Λεχαίου Hemsterhuis.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme