Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἢ ʼπὶ Κορωνείας, There is much uncertainty about the text here. We assume a very bold epanaphora. ἵνα οἱ τεθυωμένον ἄλσος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 δή ποκα ποτε MSS. γὰρ πέπλων λυσαμένα περόνας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 Τειρεσίας δʼ ἔτι μῶνος μοῦνος MSS. ἁμᾶ κυσὶν ἄρτι γένεια
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἁ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν. ἔλαβεν Vindob. 318; ἔβαλεν other MSS.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἑστάκη ἑστάκη Buttmann; ἑστάθη (ἐστάθη). δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme