Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 καὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 δή ποκα γὰρ πέπλων λυσομένα περόνας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc4 ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme