Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἆ καὶ ἅμʼ ἆ καὶ ἅμ᾽ Editor; ἁ (ἡ) μὲν. ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 μάτηρ μὲν γοερᾶν οἶτον οἶκτον Stephanus. ἀηδονίδων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργὰν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε ἐπένησε Spanheim, Bentley; ἐπένευσε. λίνα,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὁππόκʼ ὁππόταν MSS. ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἐξ ὀρέων ἀλαὸν παῖδʼ ὑποδεξαμέναν. ἀποδεξαμέναν Meineke; an absolute solecism, but accepted by Wilamowitz and others.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὦ ἑτάρα, τῶ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme