Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν ἕρπει MSS.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 συρίγγων ἀίω φθόγγον ὑπαξονίων ὑπαξόνιον e; ὑπ’ ἀξονίων Schneider.,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὐδʼ ὅκα τὰν Ἴδᾳ Ἴδαν MSS.; corr. Bentley. Φρὺξ ἐδίκαζεν ἔριν,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε οὐδ’ . . . οὐδὲ MSS.; corr. Meineke. Σιμοῦντος
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οὐδʼ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἁ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 οἷα παρʼ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἀστέρες, ἐμπεράμως ἐνετρίψατο ἐτρίψατο MSS.; corr. Meineke. λιτὰ λαβοῖσα βαλοῖσα EF.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 τῶ καὶ νῦν ἄρσεν τι τι Bergk; τε. κομίξατε μῶνον κομίξατε Schneider, μῶνον Ernesti; κομίσσατε μοῦνον. ἔλαιον,
urn:cts:greekLit:tlg0533.tlg019.perseus-grc3 ᾧ Κάστωρ, ᾧ καὶ χρίεται Ἡρακλέης·
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme