Thesauros Literature hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἦς ἦς d; ἦν. δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τῷ δʼ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλᾷδα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 χάζευ, ἔφα, μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, γείνατο γείνατο MSS.; γείνετο Schneider. δʼ ἁ ἁ MSS.; αὖ Bergk. θεύς·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 οἱ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3 ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme