Thesauros Literature hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαί
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 βλητὸν ὑπʼ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μέσφʼ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μῶνοι ἄρʼ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἀλλʼ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 καὶ τόχʼ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 εἴη μηδʼ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme