Thesauros Literature hymns εἰς Δήμητρα

εἰς Δήμητρα

εἰς Δήμητρα Callimachus
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἡξεῖ καὶ φθινόπωρον, ἔτος δʼ εἰς ἄλλο φυλαξεῖ.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ὡς δʼ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ὡς δʼ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 δωσεῖ πάντʼ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θʼ ὁμονοίαι
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἔν τʼ εὐηπελίαι, φέρε δʼ ἀγρόθι νόστιμα πάντα·
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 φέρβε καὶ εἰράναν, ἵνʼ ὃς ἄροσε τῆνος ἀμάσηι.
urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc4 ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme