palinairetos
Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ’ ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις δηλοῖ καὶ Ἄρχιππος ἐν τοῖς Ἰχθύσι λέγων αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, εἶτα δοκιμάζειν πάλιν ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίνδαρος Διθυράμβοις.
ΠΑΛΙΝΣΚΙΟΝ
palinskion
Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τριμέτροις πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ.
ΠΑΛΙΜΒΟΛΟΝ
palimbolon
Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ’ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου.
ΠΑΛΛΗΝΕΥΣ
palleneus
Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ’ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον.
ΠΑΛΑΜΝΑΙΟΣ
palamnaios
Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Αὐτοκλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει.
ΠΑΜΒΩΤΑΔΗΣ
pambotades
Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβωτάδαι τῆς Ἐρεχθηΐδος δῆμος.
ΠΑΝΔΑΙΣΙΑ
pandaisia
Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος.
ΠΑΝΔΗΜΟΣ ἈΦΡΟΔΙΤΗ