proballomenous
ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ’ Αἰσχίνου τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι προβληθεὶς πυλάγορος οὕτω καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν. ἐν δὲ τῷ κατὰ Μειδίου καὶ προὐβαλόμην φησὶν ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων, ὠνόμασα τοῦτον ἐν τῷ δήμῳ. ἐν δὲ τοῖς Φιλιππικοῖς φησι προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλει ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην.
ΠΡΟΒΟΛΑΣ
probolas
ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ’ Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν.
ΠΡΟΒΟΥΛΕΥΜΑ
probouleuma
τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου.
ΠΡΟΒΟΛΙΟΝ
probolion
εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι σημαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ.
ΠΡΟΒΟΛΟΙ
proboloi
αἱ εἰς θάλατταν προκείμεναι πέτραι καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς.
ΠΡΟΕΔΡΟΙ
proedroi
ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ’ ἑκάστην ἐκκλησίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ’ ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ’ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.
ΠΡΟΗΡΟΣΙΑ
proerosia
Ὑπερείδης Δηλιακῷ. ὄνομα θυσίας.
ΠΡΟΘΕΣΜΙΑΣ ΝΟΜΟΣ
prothesmias_nomos
Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν ε ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ, ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν.
ΠΡΟΚΛΗΣΙΣ