chledos
Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν. πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών.
ΧΟΕΣ
choes
Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παρ’ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους.
ΧΟΛΑΡΓΕΥΣ
cholargeus
Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος.
ΧΟΛΛΕΙΔΑΙ
cholleidai
Λυσίας. δῆμος τῆς Λεοντίδος.
ΧΡΗΣΤΑΙ
chrestai
δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανειστὰς, ὡς παρ’ Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ’ ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ’ οὐδέν.
ΧΡΥΣΙΣ
chrusis
ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ.
ΧΡΥΣΟΧΟΕΙΝ