eranizontes
Δημοσθένης ἐν τῇ περὶ τῶν Λυκούργου παίδων ἐπιστολῇ ἐρανίσας εἶπεν ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐν δὲ τῷ περὶ τοῦ ὀνόματός φησι τί δὲ εἰ ψευδομαρτυριῶν ἁλώσεσθαι προσδοκῶν ἐφ’ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν; ἀντευποιεῖ ἀποδιδοὺς τὴν ἴσην βοήθειαν αὐτοῖς, ἣν κἀκεῖνοί ποτε παρέσχον ψευδομαρτυρήσαντες ὑπὲρ αὐτοῦ. ΕΡΑΝΙΣΤΗΣ μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσφέρων. τὸ δὲ ὄνομα παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστοκράτην περὶ ἐγγύης ἐράνου, εἰ γνήσιος.
ἜΡΓΑ ΝΕΩΝ
erga_neon
τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους Ἡσιόδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.
ἘΡΓΙΣΚΗ
ergiske
Αἰσχίνης κατὰ Κτησιφῶντος. καὶ ἡ Ἐργίσκη τῆς Θρᾴκης ἐστὶν, ὠνόμασται δὲ ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης.
ἘΡΓΟΚΛΗΣ
ergokles
στρατηγὸς Ἀθηναίων.
ἘΡΓΟΦΙΛΟΣ
ergofilos
καὶ οὗτος στρατηγὸς Ἀθηναίων.
ἝΡΚΕΙΟΣ ΖΕΥΣ
herkeios_zeus
Δείναρχος ἐν τῷ κατὰ Μοσχίωνος εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν. ἕρκειος Ζεὺς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας.
ἝΡΜΑ
herma
ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παρ’ Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους.
ἙΡΜΑΙ
hermai
Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ’ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις ἀντ̓ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί. ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ.