hieronumos
Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῇ ιη καὶ ἐν τῇ ιθ. ἕτερος δ᾽ ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὅτι δ’ οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῇ να.
ἸΘΥΦΑΛΛΟΙ
ithufalloi
Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. ποιήματά τινα οὕτως ἐλέγετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις.
ἸΚΑΡΙΕΥΣ
ikarieus
Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. δῆμός ἐστι φυλῆς τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος.
ἹΚΕΤΗΡΙΑ
hiketeria
Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος στέμματι ἐστεμμένος.
ἸΟΝΙΟΣ
ionios
Λυσίας ἐν Ὀλυμπιακῷ. τὸν Ἀδρίαν καλούμενον οὕτως ὠνόμαζον ἐνίοτε οἱ παλαιοί. Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον Θουκυδίδης α.
ἸΠΝΟΣ
ipnos
Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος α. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρ’ ἡμῖν μαγειρεῖον· ἔστι γοῦν δρᾶμα Φερεκράτους Ἰπνὸς ἢ Παννυχίς, ἐν ᾧ δηλοῦται τοῦτο, ὅτι μέρος ἐστὶ τῆς οἰκίας. λέγεται δὲ κυρίως ἰπνὸς ἡ κάμινος, ὅθεν καὶ ἰπνοπλάθους τινὰς ὀνομάζουσιν.
ἽΠΠΑΡΧΟΣ
hipparchos
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ’ ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ β φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ’ ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ’ Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ’ ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.
ἹΠΠΑΣ