kukloi
Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ ἐγὼ μὲν ἤδη μοι δοκῶ νὴ τοὺς θεοὺς ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν, κύκλῳ τρέχοντα καὶ πωλούμενον.
ΚΥΜΒΙΟΝ
kumbion
Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἶδός τι ἐκπώματος τὸ κυμβίον. φησὶ δὲ Δίδυμος ἐπίμηκες αὐτὸ εἶναι καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον.
ΚΥΝΝΙΔΑΙ
kunnidai
Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστὶ παρ’ Ἀθηναίοις οἱ Κυννίδαι.
ΚΥΝΟΣΑΡΓΕΣ
kunosarges
Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες.
ΚΥΠΡΟΘΕΜΙΣ
kuprothemis
ὄνομα κύριον. Δημοσθένης ἐν τῷ περὶ τῆς τῶν Ῥοδίων ἐλενθερίας Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος.
ΚΥΠΑΣΣΙΣ
kupassis
Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασιν αὐτὸν εἶναι τὸν κύπασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου. μέμνηται δ’ αὐτοῦ Ἱππῶνάξ τε καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης, λέγων Κίσσιοι δὲ ἐσθῆτα φορέουσι κυπάσσεις Περσικούς, καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς.
ΚΥΡΒΕΙΣ
kurbeis
Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ’ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ.
ΚΥΡΕΙΟΝ
kureion
Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· οὗ μετεῖχε καὶ Ξενοφῶν.
ΚΥΡΗΒΙΩΝ
kurebion
Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὅτι δ’ ἐπώνυμόν ἐστι τοῦτο Ἐπικράτους τοῦ Αἰσχίνου κηδεστοῦ καὶ ἐν ἄλλοις δεδήλωται.
ΚΥΡΙΑ ΕΚΚΛΗΣΙΑ