kuria_ekklesia
Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. προγράφουσι δέ φησι καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας. καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς.
ΚΥΡΣΙΛΟΝ
kursilon
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες.
ΚΩΔΕΙΑ
kodeia
τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν.
ΚΩΛΙΑΣ
kolias
Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ’ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ’ ἀρχὴν τῆς Λυσιστράτης.
ΛΑΓΙΣΚΑ
lagiska
Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ’ αὐλοτρύπην αὐτόν.
ΛΑΜΠΑΔΙΟΝ
lampadion
ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν α τῆς Πολιτείας.
ΛΑΜΠΑΣ
lampas
Λυσίας ἐν τῷ κατ’ Εὐφήμου. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος, Παναθηναίοις καὶ Ἡφαιστίοις καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δ’ ἐν α τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θέοντες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.
ΛΑΜΠΤΡΕΙΣ
lamptreis
Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ’ εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω.
ΛΑΡΚΟΣ