Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Olympian 1 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙ

1 ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
1 ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·
1 εἰ δʼ ἄεθλα γαρύεν
1 ἔλδεαι, φίλον ἦτορ,
1 μηκέθʼ ἁλίου σκόπει
1 ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας διʼ αἰθέρος,
1 μηδʼ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·
1 ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται
1 σοφῶν μητίεσσι, κελαδεῖν
1 Κρόνου παῖδʼ ἐς ἀφνεὰν ἱκομένους
1 μάκαιραν Ἱέρωνος ἑστίαν,
1 θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ
1 Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
1 ἀγλαΐζεται δὲ καὶ
1 μουσικᾶς ἐν ἀώτῳ,
1 οἷα παίζομεν φίλαν
1 ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου
1 λάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις
1 νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
1 ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμας
1 ἀκέντητον ἐν δρόμοισι παρέχων,
1 κράτει δὲ προσέμιξε δεσπόταν,
1 Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος
1 ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
1 τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος
1 Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ
1 ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
1 ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
1 δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι
1 / 34 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme