Thesauros Literature lyric Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar
4 ἀλλʼ, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
4 ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
4 Οὐλυμπιονίκαν δέκευ
4 Χαρίτων ἕκατι τόνδε κῶμον,
4 χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
4 ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι
4 σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
4 εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲν
4 τροφαῖς ἑτοῖμον ἵππων,
4 χαίροντά τε ξενίαις πανδόκοις
4 καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
4 οὐ ψεύδεϊ τέγξω λόγον·
4 διάπειρά τοι βροτῶν ἔλεγχος·
4 ἅπερ Κλυμένοιο παῖδα
4 Λαμνιάδων γυναικῶν
4 ἔλυσεν ἐξ ἀτιμίας.
4 χαλκέοισι δʼ ἐν ἔντεσι νικῶν δρόμον
4 ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·
4 οὗτος ἐγὼ ταχυτᾶτι·
4 χεῖρες δὲ καὶ ἦτορ ἴσον.
4 φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν
4 πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας
4 ἐοικότα χρόνον.

Olympian 5 ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝΗ

5 ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν
5 τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ
5 ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·
5 ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον
5 βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις
5 ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme